Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ δʼ ἄρʼ ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δʼ ἄρα τοῖσιν
  2. αὐλοὶ ὁμῶς σύριγξι μέγʼ ἤπυον· ἀμφὶ δὲ πάντῃ
  3. μολπὴ ἐπʼ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ
  4. δαινυμένων, οἵη τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.
  5. ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον
  6. πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον
  7. ἀμφὶ δʼ ἄρʼ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δʼ ἐπʼ ἄλλῳ
  8. ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·
  9. καί ῥά οἱ ἐν μεγάρῳ κειμήλια καὶ δόμος αὐτὸς