Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου·
  2. ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
  3. ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
  4. αἰθομένης ἔτι δαλὸν ἀπʼ ἐσχαρεῶνος ἑλοῦσα
  5. ἔσσυτο μαιμώωσʼ· ἑτέρῃ δʼ ἐν χειρὶ φέρεσκεν
  6. ἀμφίτυπον βουπλῆγα· λυγροῦ δʼ ἐπεμαίετο ἵππου,
  7. ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
  8. Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
  9. πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
  10. δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
  11. Ἀργεῖοι δʼ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
  12. δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδʼ ἀλεγόντων
  13. Κασσάνδρης, τήν ῥʼ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
  14. ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
  15. Ἡ δʼ ἅτε πόρδαλις ἔσσυτʼ ἐν οὔρεσιν ἀσχαλόωσα,
  16. ἥν τʼ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
  17. σεύοντʼ ἐσσυμένως, ἡ δʼ ἄγριον ἦτορ ἔχουσα
  18. ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ·
  19. ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
  20. Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.