Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
  2. ὄφρʼ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,
  3. τοῖς μὲν ἄρʼ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
  4. τοὺς δʼ ἄρʼ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου
  5. ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.
  6. ὣς φάτο· τὸν δʼ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δʼ ἄλλων
  7. Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατʼ Ἀχαιοῖς
  8. μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε
  9. νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·
  10. τοὔνεκʼ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα·
  11. μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
  12. ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι·
  13. οὐδέ οἱ ἔσσετʼ ἄπρηκτον ἐϋφρονέοντι νόημα·
  14. ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
  15. σήματα δʼ οὐκ ἀτέλεστʼ ἀναφαίνεται ἄλλοθεν ἄλλα·
  16. Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι διʼ αἴθρης
  17. βρονταὶ ὁμῶς στεροπῇστ· παραΐσσουσι δὲ λαοὺς
  18. δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
  19. ἀλλʼ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
  20. μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγʼ ἀνάγκη