Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
- ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο,
- ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζης
- λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
- φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
- υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
- δυσμενέων μετόπτσθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
- Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
- ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
- ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
- ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
- ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες
- ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
- εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
- πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
- ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
- μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
- ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
- φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς
- ἔπγʼ ἀνδρῶν [*](Zimmermann, for μόθων, of Koechly.) μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν