Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄλλος δʼ ἄλλον ἔπεφνε, περιστεναχίζετο δʼ αἶα·
  2. ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
  3. λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
  4. δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
  5. ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·
  6. ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
  7. ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ
  8. ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
  9. καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
  10. ἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
  11. οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
  12. ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃ
  13. δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδʼ ἀπέληγον
  14. ὑσμίνης· τοὺς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
  15. μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
  16. γείνατʼ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθʼ Ἑκάτοιο·
  17. Εὐρύμαχʼ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
  18. ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
  19. ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
  20. ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι