Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πὰρ ποσὶ σοῖσι πεσόντα· λιταῖς δʼ ἀποθύμια ῥέξεις,
  2. αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
  3. εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
  4. ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
  5. καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
  6. ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.
  7. ὣς ἄρʼ ἔφη· τῆς δʼ οὔτι φρένας παρέπεισε κελαινάς,
  8. ἀλλά ἑ κερτομέουσα μέγʼ ἀχνύμενον προσέειπε·
  9. τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν
  10. κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
  11. εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
  12. τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν
  13. τῆς σέο κουριδίης· τὴν γὰρ φάτις ἔμμεν ἀγήρω·
  14. κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ
  15. δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα·
  16. αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
  17. δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θʼ αἷμα λαφύξαι,
  18. οἷά με πήματʼ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
  19. σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
  20. πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;