Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Τρῶες δʼ αὖτʼ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
- πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
- ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
- δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
- τοὺς δʼ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
- ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
- σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
- τοῖσι δʼ ἄρʼ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
- Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
- ὦ φίλοι, οὐκέτʼ ἀνεκτὸς ἐφʼ ἡμῖν μαίνεται Ἄρης·
- ἀλλʼ ἄγε δὴ φραζώμεθʼ, ὅπως πολέμοιό τι μῆχος
- εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
- νῦν δʼ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
- μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
- εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
- ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
- ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
- ῥῆξαι τείχεα μακρά, καὶ,καὶ εἰ μάλα πολλὰ κάμωσιν·
- οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
- οὐδέ τί που βρώμης ἐπιδευόμεθʼ οὐδὲ ποτῆτος·