Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ ὁ μὲν ἤδη πρόσθεν ὑφʼ Ἕκτορι κεῖτο δαϊχθεὶς
  2. ἠΰς Πρωτεσίλαος· ὀ δʼ ἔγχεϊ Πενθεσιλείης
  3. βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος·
  4. τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
  5. τεθναότων· κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες
  6. οἴῳ σῆμʼ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
  7. νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
  8. θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο
  9. Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
  10. ἦμος δʼ αἰγλήεσσα κατʼ ὠκεανοῖο βεβήκει
  11. ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,
  12. δὴ τότʼ ἄρʼ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
  13. δαίνυτο Πηλείδαο βίη· σὺν δʼ ἄλλοι ἄριστοι
  14. τέρποντʼ ἐν θαλίῃς μέχρις ἠὼ δῖαν ἱκέσθαι.