Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
  2. ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·
  3. τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
  4. ἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλά πρόσωπα
  5. καίπερ ἀποκταμένης. οἱ δʼ, ὡς ἴδον, ἀμφιέποντες
  6. Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
  7. κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς
  8. Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
  9. γυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
  10. αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
  11. Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
  12. ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἱ̓͂ ἀκαχήσῃ.
  13. πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες
  14. τοίης ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.
  15. καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
  16. οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
  17. Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
  18. ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
  19. Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
  20. θυμὸν ἀκηχεμένῳ· τάχα δʼ ἔκθορεν Οὐλύμποιο