Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλεια
- θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
- ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
- πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
- αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων
- ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
- ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
- ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
- δούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
- κινυμένων· πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος
- ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο
- ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης·
- τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
- ἡ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
- Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
- νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
- ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
- ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε
- ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
- ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.