Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσʼ ἀγορεύεις;
  2. οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
  3. μάρνασθʼ, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
  4. λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; ἦ νύ τοι ἄγχι
  5. ἕστηκευν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα.
  6. Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
  7. ἀλλʼ ἐδάμη κρατερός περ ἐών, μέγα δʼ ἤκαχε Τρῶας,
  8. οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
  9. καί μοι ἔην μέγα κῦδος ἰδʼ ἀντιθέοις τοκέεσσι
  10. ζωὸς ἐών· ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
  11. πρίν ἑ διʼ ἀνθερεῶνος ὑπʼ ἔγχεϊ θυμὸν ὀλέσσαι.
  12. νῦν δʼ ἄρʼ ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,
  13. κεῖνον ὅτʼ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
  14. ἀργαλέως Ἀχιλῆος, ὅ μʼ ἀνέρος εὖνιν ἔθηκε
  15. κουριδίου, τό μοι αἰνπὸν ἄχος πέλει ἤματα πάντα.
  16. ὣς φάθʼ ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
  17. μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
  18. ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
  19. ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
  20. δύσατʼ ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δʼ ἠώς.