Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Εὖθʼ ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ
  2. καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,
  3. δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα
  4. δειδιότες μένος ἠῢ θρασύφρονος Αἰακίδαο·
  5. ἠΰτʼ ἐνὶ ξυλοχοισι βόες βλοσυροῖο λέοντος
  6. ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβουται
  7. ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·
  8. ὥς οἱ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμου ἄνδρα
  9. μνησάμενοι προτέρων, ὁπόσων ἀπὸ θυμὸν ἴαψεν
  10. θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,
  11. ἠδʼ ὅσσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
  12. Ἕκτορά θʼ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,
  13. ἄλλους θʼ ὡς ἐδάϊξε διʼ ἀκαμάτοιο θαλάσσης
  14. ὁππότε δὴ τὰ πρῶτα φέρε Τρώεσσιν ὄλεθρον.
  15. τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον.
  16. ἀμφὶ δʼ ἄρα σφίσι πένθος ἀνιηρὸν πεπότητο
  17. ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.
  18. καὶ τότε Θερμώδοντος ἀπʼ εὐρυπόροιο ῥεέθρων
  19. ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
  20. ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο