Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·
  2. Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν
  3. αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,
  4. μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.
  5. οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς
  6. πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων
  7. ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ
  8. ἤλυθεν εἰς Κρήτην, Σεμέλη δʼ ἐς Ὄλυμπον ἱκάνει.
  9. τί πλέον ἤθελες ἄλλο μετʼ αἰθέρα καὶ πόλον ἄστρων;