Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην
  2. πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων
  3. ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης·
  4. στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ
  5. μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·
  6. καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου
  7. ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.
  8. καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων
  9. νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ
  10. ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ
  11. παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ
  12. βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ·
  13. οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεντι φορῆι
  14. ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ
  15. ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ
  16. οὐρανίη· καὶ βαιὸς Ἔρως λασιότριχι ῥινῷ,
  17. αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ
  18. βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.
  19. καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ
  20. θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.