Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου,
  2. ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην.
  3. καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ,
  4. καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν
  5. ἀστράπτων Χαρίτεσσιν· ὀπιπεύουσα διὰ νύμφην
  6. νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν·
  7. Μὴ προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ
  8. μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων
  9. εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ
  10. ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;
  11. μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις
  12. κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων
  13. ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ;
  14. μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ
  15. γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο, καί τινι πηγῆς
  16. Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ
  17. ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις
  18. παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω·
  19. πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν
  20. εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,