Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
  2. ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·
  3. ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης
  4. Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας
  5. γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου
  6. ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ·
  7. καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο
  8. γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων
  9. εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.