Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω·
- ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς.
- καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν.
- οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ
- τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.
- εἶπε, καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους.
- πυκνά δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο
- πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν
- ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης,
- οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ
- Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου
- Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι
- ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ
- μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις·
- ζώνῃ δʼ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης
- κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη
- μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων·
- ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ
- λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.
- καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ