Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπʼ ἄλλῳ
  2. πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ·
  3. καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος
  4. χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ
  5. πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ
  6. λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου
  7. ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι
  8. συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ.
  9. καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείζονι παλμῷ
  10. μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ
  11. πόντιος ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν
  12. ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ.
  13. Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβροχον [*](Ludwich later restored ἄβροχον from LΩ.) ὕδωρ·
  14. καὶ χλοερῆς Θέτιν εἶχεν ἐπʼ ἰξύος ὑγρὸς ὁδίτης,
  15. τρίτων εὐρυγένειος, ἐπʼ ἰχθυόεντι δὲ νώτῳ
  16. πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαύη,
  17. καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ,
  18. Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς.
  19. καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις
  20. πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης.