Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.
  2. εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,
  3. προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·
  4. εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·
  5. εἰ βροτέους κροτάφους, δολιχάς σκοπίαζε κεραίας·
  6. εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·
  7. εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.
  8. υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·
  9. υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.
  10. ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·
  11. μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή·
  12. μή τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσῃς.
  13. αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·
  14. οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος ἰοχεαίρης,
  15. οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης
  16. θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας
  17. καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους
  18. ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης
  19. δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι
  20. μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας