Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.
- καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες
- μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ
- δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.
- μυρομέους δʼ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·
- καὶ πολιὴν πλοκαμίδα λέρων ἀπεκείρατο Κάδμος,
- Ἁρμονίη δʼ ἰάχησε· φιλοκλαύαύτων δὲ γυναικῶν
- συμφερτὴ βαρύδουπος ὅλον δόμον ἔβπεμεν ἠχώ.
- Αὐτονόη δʼ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ
- ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·
- εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν
- δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,
- πολλάκι δʼ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ
- ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ
- παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.
- δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ
- λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου
- γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,
- καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόσην·
- λεπταλέους πόδας εὗρε καὶ οὐκ ἐφράσσατο ταρσούς,