Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;
  2. εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.
  3. καί ποτε θηρεύουσα κατʼ οὔρεα δεσπότις ἄγρης
  4. καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ
  5. Αρτεμις ἔντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις
  6. θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς,
  7. ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων
  8. καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης
  9. ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.
  10. καὶ κεμάδας ζυγίοισι συνεκλήισσε λεπάδνοις
  11. Αρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δέ δίφρου
  12. λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,
  13. καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.
  14. ἀενάου δέ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο
  15. δμωίδες ἐρρώοντο συνήλυδες ἰοχεαίρῃ,
  16. ὦν ἡ μέν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης,
  17. ἄλλη δʼ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα
  18. ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης
  19. ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.
  20. καὶ σέλας ἰοχέαιρα διαυγάζουσα προσώπου