Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαίμονος εὐώδινος ἕσαν Κυβεληίδες αὐλαί.
  2. ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης
  3. Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη,
  4. εἰσέτι νῆις Ἔρωτος, ὁμόδρομος ἰοχεαίρης,
  5. ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,
  6. Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν
  7. νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο
  8. πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην,
  9. κούρην ἀντιάνειραν, ἀπειρήτην Ἀφροδίτης.
  10. ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,
  11. ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις·
  12. πολλάκι δʼ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου,
  13. καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης,
  14. οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς·
  15. ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην
  16. ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων
  17. θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ
  18. ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.
  19. καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ
  20. παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·