Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς·
  2. καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ
  3. καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν
  4. ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.
  5. καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ
  6. νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ
  7. αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ·
  8. ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν
  9. Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,
  10. δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·
  11. καὶ διδύμας στεφανηδὸν ἐπʼ ἰξύι χεῖρας ἑλίξας
  12. Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ·
  13. καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ
  14. εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων·
  15. οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,
  16. ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ
  17. τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων
  18. ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.
  19. Παλλήνη δʼ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ
  20. θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου·