Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου
  2. πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·
  3. ἀμφοτέρας δʼ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,
  4. ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.
  5. Ἰλλυρίην δʼ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου
  6. Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ
  7. ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων
  8. ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.
  9. καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων
  10. ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.