Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἅζεο, μὴ Κρονίδης μετὰ μητέρα καὶ σὲ δαμάσσῃ.
  2. βάρβαρον οὐ μεθέπω καὶ ἐγὼ γένος· ἀρχέγονος δὲ
  3. Ἰσμηνός με φύτευσε, καὶ οὐ τέκεν ὑγρὸς Ὑδάσπης·
  4. Δηριάδην οὐκ οἶδα καὶ οὐ Λυκόοργος ἀκούω.
  5. ἀλλὰ σὺν ὑμετέροις Σατύροις καὶ θυιάσι Βάκχαις
  6. Δίρκης λεῖπε ῥέεθρα, καί, ἢν ἐθέλῃς, σέο θύρσῳ
  7. κτεῖνε παρʼ Ἀσσυρίοισι νεώτερον ἄλλον Ὀρόντην.
  8. οὐ σὺ γένος Κρονίωνος Ὀλύμπιον· ὀλλυμένης γὰρ
  9. ἀστεροπαὶ βοόωσιν ὀνείδεα σεῖο τεκούσης,
  10. καὶ κρυφίων λεχέων ἐπιμάρτυρές εἰσι κεραυνοί.
  11. οὐ Δανάην μετὰ λέκτρα κατέφλεγεν ὑέτιος Ζεύς,
  12. καὶ γνωτὴν ἀδόνητον ἐμοῦ Κάδμοιο κομίζων
  13. Εὐρώπην ἐφύλαξε, καὶ οὐκ ἔκρυψε θαλάσσῃ.
  14. οἶδα μέν, ὡς ἀλόχευτον ἔτι βρέφος αἰθερίη φλὸξ
  15. ὤλεσεν αἰθομένης μετὰ μητέρος, ἡμιτελῆ δὲ
  16. λῦσε νόθην ὠδῖνα μαραινομένου τοκετοῖο·
  17. εἰ δέ μιν οὐκ ἐδάμασσεν, ὅτι χθονίων ὑμεναίων
  18. κρυπταδίης φιλότητος ἀναίτιός ἐσσι τεκούσης,
  19. πείθομαι, ὡς ἐνέπεις, ἀέκων δέ σε παῖδα καλέσσω
  20. Ζηνὸς ἐπουρανίοιο, καὶ οὐ φλεχθέντα κεραυνῷ.