Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πυρσὸς ἕλιξ πεφόρητο, καί οὐκ ἔφλεξε χιτῶνας·
  2. κεκριμέναις δʼ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ
  3. ἐκ ποδὸς εἰς μέσα νῶτα, διʼ ἰξύος εἰς ῥάχιν ἄκρην
  4. Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί·
  5. πολλάκι δʼ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ
  6. γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων
  7. ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.
  8. καί σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,
  9. κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,
  10. ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ
  11. δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις·
  12. καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,
  13. καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ
  14. ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.
  15. καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ.
  16. καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ
  17. θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολίων ἀπὸ ταύρων
  18. μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,
  19. βροντᾶς δ̔ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.