Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ
  2. εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου·
  3. καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.
  4. καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δʼ ἐνί Θήβῃ
  5. θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις·
  6. καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες ---
  7. χείλεσιν ἀφροκόμοισιν· ὅλη δʼ ἐλελίζετο Θήβη,
  8. καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί·
  9. σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν
  10. ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων·
  11. καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε κυδοιμῷ
  12. λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.
  13. οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ
  14. φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,
  15. λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ·
  16. καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ
  17. μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφί δὲ τοίχους
  18. ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ
  19. δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλοις
  20. πορφυρέοις καὶ στέρνον ἁλιχλαίνου βασιλῆος