Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην.
  2. ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον, ὅττι θεαίνης
  3. εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες ἰοχεαίρης·
  4. Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης
  5. σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ.
  6. οὐ θρασὺς Ὠρίων πέλε νυμφίος ἰοχεαίρης.
  7. χάρματι δʼ ἡβήσας σέθεν υἱέος εἵνεκα νύμφης
  8. κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ,
  9. σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην.
  10. ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ·
  11. ἅρμενος οὗτος Ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ
  12. υἷα κασιγνήτοιο καὶ οὐ ξένον εἶχεν ἀκοίτην.
  13. ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ,
  14. υἱέα κουφίζουσα σαόφρονος ἰοχεαίρης
  15. πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ.
  16. τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ
  17. ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι,
  18. εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ,
  19. μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;