Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπʼ Ἀσσυρίοιο δὲ κόλπου
  2. ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
  3. Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ
  4. ἀφνειῆς τιτάνοιο μέλαν φοινίσσεται ὕδωρ·
  5. Μαιονίης δʼ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ
  6. Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης.
  7. καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο
  8. καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν
  9. Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
  10. Εὐρώπης πτολίεθρα μετʼ Ἀσίδος ἄστεα βαίνων.