Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης.
  2. καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ
  3. ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,
  4. λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.
  5. καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης
  6. γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης·
  7. καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου
  8. εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ·
  9. κουφίζων δʼ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων
  10. πομπίλος ἠέρταζε διʼ ὕδατος ἄβροχον Εἰδώ.
  11. ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ.
  12. δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,
  13. δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ
  14. κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
  15. ὀκλάζων ἐπίκυρτος, ἐπʼ ἄντυγι γούνατα πήξας
  16. ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων
  17. φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει,
  18. ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου
  19. δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος·
  20. ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος