Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν
  2. ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας·
  3. οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα Κυθήρην
  4. μισθὸν ἀγηνορίης φιλοπάρθενος ὤπασε [*](So MSS.: Ludwich ὤχμασε.) σύριγξ,
  5. ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ
  6. ἔκφυγε Πανὸς ἔρωτα, πόθους δʼ ἔτι Πανὸς ἀείδει·
  7. καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο,
  8. ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη,
  9. ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ
  10. Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου.
  11. καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ
  12. θερμὸς Ἔρως βαρύμηνις· ἀφειδήσασα δὲ μίτρης
  13. διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην·
  14. καὶ λίνα σοῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων
  15. λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης.
  16. ποῖά σοι ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει;
  17. ἦ ῥά σοι ἕδνα γάμοιο λελέξεται ἁλμυρὸν ὕδωρ,
  18. καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν
  19. δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης;
  20. δέρματα φωκάων μὴ δέχνυσο· σεῖο δὲ παστῷ