Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφης
  2. εἰσαϊειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης.
  3. παρθενικὴν δʼ ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ,
  4. κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων·
  5. πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας
  6. ψευδαλέον δέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ
  7. ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης·
  8. εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει,
  9. οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος· ἔγχεα κούρης
  10. ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες Ἐρώτων,
  11. παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί.
  12. ἕδνα δὲ σοῖο πόθοιο, τεῆς κειμήλια νύμφης,
  13. μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς,
  14. οἶα γυναιμανέοντι πέλει θέμις· εἰς Παφίην γάρ
  15. ἀμφιέπεις τεὸν εἶδος ἐπάρκιον, εὐαφέος δὲ
  16. κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες.
  17. μαρτυρίης ἑτέρης οὐ δεύομαι· ἁβροκόμου γὰρ
  18. ποῖα πἀ Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη;
  19. Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον Ἐρώτων;
  20. ἄργυρον Ὠρίων οὐκ ὤπασεν ἠριγενείῃ·