Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἑσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων
  2. οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ
  3. βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ
  4. ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ
  5. τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου
  6. ἂψ ἀνασειράζων παλινάγρετον ἔσπασεν οὐρὴν
  7. κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ
  8. ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων·
  9. οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι νίκη,
  10. βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ.
  11. ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς Ἀφροδίτην
  12. Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,
  13. καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν Ἐρώτων.
  14. καὶ καμάτους Βάκχοιο πυριπνείοντας ἀκούων
  15. Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινῇ
  16. οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν
  17. Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν Ἐρώτων
  18. ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης·
  19. Ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας·
  20. καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν,