Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει,
  2. ἀρτιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ,
  3. πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ
  4. ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ,
  5. πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.
  6. τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων
  7. ναυτιλίην μεθέηκε· σὸν Ἁρμονίῃ δὲ κομίζων
  8. ἑσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην
  9. ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις
  10. μαντῴοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας
  11. Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς
  12. μαντοσύνην ἐρέεινε, καὶ ἔμφρονα Πύθιος ἄξων
  13. κυκλόθεν αὐτοβόητος ἐθέσπισε κοιλάδι φωνῇ·
  14. Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις·
  15. μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ,
  16. μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι·
  17. Ἀσσυρίην ἀπόειπε, τεῆς δʼ ἡγήτορα πομπῆς
  18. ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου·
  19. νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν·
  20. οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ