Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νηῦν ἰδίην ἔφλεξεν ἐκούσιον ἁψάμενος πῦρ·
  2. νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ,
  3. καὶ λοξαῖς ἑλίκεσσιν ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
  4. κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,
  5. καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.
  6. καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης
  7. Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου,