Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν.
  2. ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς,
  3. χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ.
  4. ὄφρα μὲν εὶσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων
  5. θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοὺς
  6. Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ,
  7. τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ
  8. στοιχάδας ἰθύνοντες ἐς Ἄρεα ναύμαχον Ἰνδῶν
  9. ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ,
  10. πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς
  11. ὑαμίνης ἐλατῆρες· ἐπειγομένῳ δέ Λυαίῳ
  12. ὁλκάσιν ἀντιτύποις ἐπεσύρισε πομπὸς ἀήτης.
  13. καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων,
  14. ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁρλαῖς.
  15. Δηριάδης δʼ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων
  16. ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν
  17. ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων,
  18. ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων,
  19. ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν Ἐνυώ,
  20. καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου,