Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι.
  2. Ἠέλιος δʼ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων·
  3. καὶ σπόρος ἠέξητο, πάλιν δʼ ἐγέλασσαν ἀλωαί.
  4. δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην.
  5. Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ
  6. εἴκελον Ἡνιόχῳ καὶ ἐπώνυμον· οὐράνιον δὲ
  7. πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων
  8. εἰς δρόμον ἀίσσοντος ἔχει τύπον Ἡνιοχῆος,
  9. οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος.
  10. καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων
  11. Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ
  12. Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ.
  13. γνωταὶ δʼ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος
  14. εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δʼ ἀπὀ δένδρων
  15. ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.