Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων
  2. Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ
  3. ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,
  4. καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα
  5. ἄλλον ἀκοντίσσειεν ἀπʼ αἰθέρος, οἶα καἰ αὐτὸν
  6. ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην,
  7. οὐκέτι δʼ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης
  8. ἀλλήλων ἐχόρευον ἐπʼ ἰξύι κυκλάδες Ἄρκτοι,
  9. ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ
  10. ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.
  11. Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ
  12. ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο·
  13. δήσας δʼ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ
  14. ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ
  15. ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ
  16. ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι.
  17. γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ
  18. ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας,
  19. καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσόν ἀλήτην,
  20. ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν