Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ
  2. παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή·
  3. κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην
  4. ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ·
  5. καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων
  6. ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ·
  7. πλάζετο δʼ ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
  8. Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου·
  9. διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα,
  10. ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,
  11. γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ
  12. σύνδρομος Αἰγοκερῆος, ἕλιξ ὠρχήσατο Δελφίς·
  13. καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου
  14. σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης,
  15. ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων
  16. ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ·
  17. καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου
  18. ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη·
  19. οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ
  20. ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·