Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ
  2. ἢ συΐ λαχνήεντι· σιδηρείῳ δέ χιτῶνι
  3. εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω
  4. Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρθ θοῦρον ἰάλλων
  5. Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,
  6. οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας·
  7. ὃς δὲ κατʼ ἀσοαράγοιο σιδήρεον ἔγχος ἀείρων
  8. Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέξων,
  9. νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·
  10. ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν,
  11. αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ·
  12. ἀμφοτέρους δʼ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ·
  13. Ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντς Ἐνυώ·
  14. ἄρθμιος οὗτος Ἄπης, καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.
  15. ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης
  16. Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων
  17. δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων
  18. Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.