Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο μελισσεὺς
  2. στήθεος ἄκρον ἔλασσεν· ὁ δὲ σχεδὸν ἄντα προσώπου
  3. χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων·
  4. καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων,
  5. δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.
  6. ἄμφω δʼ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπʼ ἄλλῳ
  7. ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων·
  8. χερσὶ δὲ χεῖρας ἔμιξαν· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
  9. φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων
  10. ἀκροτάτην περὶ χεῖρα· χαρασσομένης δὲ παρειῆς
  11. αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες·
  12. καὶ γενύων πέλε δοῦπος· ἐπὶ θρωσμῷ δὲ προσώπου
  13. εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί,
  14. ὀφθαλμοὶ δʼ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου.
  15. Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,
  16. ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην,
  17. ὄμμα καταυγάζοντος· ἐπαΐξας δὲ Μελισσεὺς
  18. ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων
  19. ἄφνω γναθμὸν ἔτυψεν ὑπʼ οὔατος· αὐτὰρ ὁ κάμνων
  20. ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,