Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης,
  2. αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.
  3. καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου
  4. χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,
  5. οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.
  6. αὐτὰρ ὁ πυγμαχίης χαλεπῆς ἔστησεν ἀγῶνα·
  7. πρώτῳ μὲν θέτο ταῦρον ἀπʼ Ἰνδῴοιο βοαύλου
  8. δῶρον ἄγειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν
  9. βάρβαρον αἰολόνωτον ἑλὼν κατέθηκε βοείην.
  10. ὀρθωθεὶς δʼ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,
  11. εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης·
  12. Πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ
  13. ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,
  14. ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.
  15. ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μελισσεύς,
  16. ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ
  17. ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν·
  18. Ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσω
  19. ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.
  20. ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή·