Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τυπτόμεναι· καὶ νῆας ἀιστώσω Διονύσου,
  2. ναύμαχον εἰκοσίπηχυ διʼ ὁλκάδος ἔγχος ἑλίσσων.
  3. ἀλλά, φίλοι, μάρνασθε πεποιθότες· ἀντιβίων δὲ
  4. μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν
  5. Βακχιάδων· Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ
  6. κἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ
  7. ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ
  8. οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλἀ κομάων
  9. ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω
  10. θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.
  11. ὥς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα
  12. Μορρεὺς αἰολόμητις· ἐπεφθέγξαντο δὲ λαοὶ
  13. μῦθον ἐπαινήσαντες· ὁμογλώσσων δʼ ἀπὸ λαιμῶν
  14. οἴσμασι κινυμένοισιν ἱσόθροος ἔβρεμεν ἠχώ.
  15. λῦσε δʼ ἄναξ ἀγορήν. Βρομίῳ δʼ ἐστέλλετο κῆρνξ
  16. πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ.
  17. ἄμφω δʼ εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ
  18. ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης,
  19. εἰσόκε ταρχύσωσι δαϊκταμένων στίχα νεκρῶν·
  20. ἦν δέ τις εἰρήνη μινυώριος Ἄρεϊ γείτων,