Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θαρσαλέη πολέμιζε καὶ ἤρισεν ἄρσενι χάρμῃ.
  2. καὶ τότε δυσκελάδοιο λιπὼν στροφάλιγγα κυδοιμοῦ
  3. ἄμπνυτο Βάκχος ὅμιλος, ἕως ἀνεχάζετο Μορρεύς.
  4. Βασσαρίδων δὲ φάλαγγα πρὸ ἄστεος ἄορι τύπτων
  5. Δηριάδης ἐδίωκεν, ἕως σχεδὸν ἤλασε πύργων,
  6. οἰγομένου στίχα πᾶσαν ἕσω πυλεῶνος ἐέργων
  7. τείχεος ὑψιλόφοιο· διωκόμεναι δὲ σιδήρῳ
  8. ἄστεος ἐντὸς ἵκανον ἀποσπάδες ἠθάδος ὕλης·
  9. ἀσταθέες δὲ φάλαγγες ἀήθεα κύκλα κελεύθου
  10. ἔστιχον ἔνθα καὶ ἔνθα διακριδόν, εἰς πτερὸν Εὕρου,
  11. εἰς ῥαχίην Ζεφύροιο παρ· Ἐσπέριον κλίμα γαίης,
  12. αἱ δὲ Νότου παρὰ πέζαν ἀλήμονες, αἱ δὲ Βορῆς
  13. Βασσαρίδες κλονέοντο· καἰ ἀρσενόθυμον ἀνάγκην
  14. μαινάδες ἠλλάξαντο, πάλιν δʼ ἐγένοντο γυναῖκες,
  15. καὶ μόθον ἠρνήσαντο, φιληλακάτοιο δὲ τέχνης
  16. καἰ ταλάρων μνήσαντο, καἰ ἤθελον αὖτις Ἀθήνης
  17. ἀμφιέπειν κλωστῆρα καἰ οὐκέτι θύσθλα Λυαίου.
  18. καὶ στίχα χιονέην ὀλέκων κυανόχροος ἀνὴρ
  19. ἐνδόμυχον κλόνον εἶχε πολισσούχοιο κυδοιμοῦ.