Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔμπεδον ὑμετέρης ἀναλύσεται ἄμμα κορείης,
  2. οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,
  3. οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.
  4. εἶπε παραιφαμένη· νεφέλῃ δʼ ἐκαλύψατο κούρην,
  5. μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,
  6. φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης,
  7. ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ
  8. παρθενικὴν ἐρύσειε παρʼ εἰνοδίους ὑμεναίους.