Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων.
  2. δέξό με, δέξο, θάλασσα, φιλοξείνῳ σίο κόλπῳ·
  3. δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν
  4. ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους,
  5. ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην·
  6. Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.
  7. ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ·
  8. καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης,
  9. ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ,
  10. καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ,
  11. Βάκχης δʼ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν·
  12. τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν·
  13. αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης,
  14. μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σἐο λέκτρων.
  15. εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,
  16. οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ
  17. Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν,
  18. εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς
  19. θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι,
  20. μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι