Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πορφυρέη, καιὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ
- αὐτόματον σκέπας ἦεν ὀρσσαύλων ὑμεναίων,
- καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς.
- οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἠδέι θεσμῷ·
- γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
- ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν·
- καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ,
- θήλεϊ δʼ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ,
- οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,
- καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ,
- Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην·
- καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ
- ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
- οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι
- γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
- ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης·
- πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς,
- καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.
- ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,
- ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,