Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί·
  2. καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ·
  3. Ἥρη, τίπτε βέβηκας Ἑώιον εἰς κλίμα γαίης;
  4. τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;
  5. ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,
  6. καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;
  7. ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη
  8. ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην·
  9. Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω
  10. Ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου
  11. ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ
  12. γείτονος Ἠελίοιο μετέρχουαι αἴθοπας αὐλὰς
  13. σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ
  14. Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ
  15. συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,
  16. καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων·
  17. τοῦτον ἐγὠ καλέουσα παλίνδρομoς ἐνθάδε βαίνω·
  18. οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς
  19. χεῖρες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.
  20. τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·