Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δηριάδης καὶ κῶμα Διὸς σύνδρομος Ἄρης.
  2. συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ
  3. Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ,
  4. καὶ πολέες φεύγοντες ἐνὶ κτείνοντο φονῆι,
  5. θεινόμενοι ξιφέεσσιν, Ὁμηρίδες, εἴπατε, Μοῦσαι,
  6. τίς θάνε, τίς δούπησεν ὑπʼ ἔγχεϊ Δηριαδῆος·
  7. Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης,
  8. Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς
  9. καὶ Θρόνιος καί Ἄρητος ἐυμμελίης τε Μοληνεὺς
  10. ἀλκήεις τε Κόμαρκος· ἐτείνετο δʼ ἄλλος ἐπʼ ἄλλῳ
  11. ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ
  12. ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς ῥεέθροις
  13. πλώετο κυματόεντα φέρων μόθον [*](So MSS.: Ludwich μόρον.) ὃς δὲ θαλάσσῃ
  14. ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ
  15. κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς·
  16. ὃς δὲ θυελλήεντι διʼ οὔρεος ἔδραμε ταρσῷ
  17. κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσας
  18. μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης,
  19. χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου.
  20. Αὐχήεις δʼ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,