Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ
  2. φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ
  3. ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
  4. καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
  5. Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.
  6. καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης
  7. δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ
  8. ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις,
  9. οἰστρομανὴς ἅτε ταῦρος, ἑάς ἤρασσε κεραίας,
  10. τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·
  11. Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν
  12. φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,
  13. ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.
  14. καὶ βαλίας ἐλάφους, λασίας δʼ ἐδίωκε λεαίνας
  15. Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·
  16. οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ
  17. ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ
  18. λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυσίου,
  19. δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς·
  20. μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινί πέτρῃ